Εὐλογήσαντος τοῦ ἱερέως.
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολoθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Ἦχος δ´. Ὁὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀνδρειοφρόνως τῆς σαρκός σου τὴν λέπραν, καθυπομείνας ὡς Ἰὼβ Νικηφόρε, τῆς σῆς ψυχῆς ἐξήγνισας, λαμπρῶς τὴν στολήν· τέλεον τὴν κλίμακα, ἀρετῶν δὲ ἀνέβης, φθάσας τῇ ἀσκήσει σου, πολιτείαν ἀγγέλων· ἀδιαλείπτως ψάλλων τῷ Θεῷ, σοὶ δόξα πρέπει, Τριὰς ὁμοούσιε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν᾿ Ψαλμός.
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου· ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους
Καὶ ἀρχόμεθα τοῦ Κανόνος, οὗ ἡ ἀκροστιχίς: «Χαῖρε Νικηφόρε λεπρῶν καινὴ λαμπρότης».
Ἦχος πλ. δ´. ᾨδὴ α´. Ὑγρὰν διοδεύσας.
Χαρίτων τὸ σκεῦος τὸ καθαρόν, χιόνος ἁπάσης τὸν λευκότερον τῇ ψυχῇ, λεπρὸν Νικηφόρον δεῦτε πάντες· καθαρωτάταις ᾠδαῖς μεγαλύνωμεν.
Ἀγάπης σφραγῖδα τὴν ἱεράν, τῆς πίστεως δρόμον τὸν τελέσαντα ἀνδρικῶς, ἐλπίδι τῆς ἄνω Βασιλείας· νῦν Νικηφόρον λεπρὸν μακαρίσωμεν.
Ἱδρῶσιν ὁσίας σου ἀγωγῆς, ψυχήν σου τὴν θείαν Νικηφόρε παναληθῶς, ποιήσας χρυσίου λαμπροτέραν· εἰς τοῦ Θεοῦ σου τὰς χεῖρας παρέθηκας.
Θεοτοκίον.
Ῥημάτων ἀῤῥήτων τοῦ Γαβριήλ, ἀκούσασα Κόρη Παναγία πανευπειθῶς, Θεὸν ἀπεκύησας τῷ κόσμῳ· παρακοήν τε τῆς Εὔας ἠνόρθωσας.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἐκ τῆς Κρήτης προῆλθες, ὡς νεαυγὴς ἥλιος, πᾶσαν δὲ τὴν γῆν ἀνταυγείαις, τῆς πολιτείας σου, καινοποιεὶς εὐπρεπῶς, υἱὲ φωτὸς Νικηφόρε, καὶ παθῶν τὴν ζόφωσιν, λύεις ἑκάστοτε.
Νουνεχῶς Μοναζόντων, τρῖβον στενὴν ἤνυσας, πάσῃ ἐγκράτειᾳ παμμάκαρ, ἐνδιαιτώμενος, καὶ Ἀσωμάτων χορούς, φθάσας σαρκὶ Νικηφόρε, ἀληθῶς ἐτίμησας, σχῆμα ἰσάγγελον.
Ἰαμάτων ὁ ἔχων, τὸ ἀχανὲς πέλαγος, καὶ ἐν ἀσθενείᾳ παιδεύων, οὓς παραδέχεται, ὡς ἀνόθευτους υἱούς, Χριστὸς σαρκός σοι τὴν λέπραν, Νικηφόρε δέδωκε, φίλτρου εἰς πίστωσιν.
Θεοτοκίον.
Κυριώνυμε Κόρη, κόσμου παντὸς Δέσποινα, τὴν δεδουλωμένην ψυχήν μου, τοῖς παραπτώμασι, ταῖς Μητρικαῖς σοῦ λιταῖς, δεῖξον παθῶν ἀνωτέραν, εἰς τὴν πρώτην δόξαν μου, πάλιν ἀνάγουσα.
Ἰάτρευσον, ἡμῶν τὰ πάθη πρεσβείαις σου Νικηφόρε, ὁ βαστάσας τῆς σῆς σαρκὸς ἀνδρείως τὴν λέπρωσιν, εἰς τέλειον μέτρον τῆς καρτερίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις ὑπὸ τοῦ ἱερέως. Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Ὀδύνας μακράς, τῆς λέπρας ἐκαρτέρησας, γενναίᾳ ψυχῇ, καὶ γνώμῃ καρτερόφρονι, τῷ Θεῷ φθεγγόμενος· Νικηφόρε ᾆσμα γηθόμενος, καὶ μεγαλύνων χείλεσιν ἁγνοῖς, τὴν θείαν ἀπαύστως ἀγαθότητα.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ἡδονὰς τὰς τοῦ σώματος, πάσῃ ἐγκράτειᾳ πολιτευόμενος· Νικηφόρε ἀπενέκρωσας, τὸ δὲ πνεῦμα θείως ἀνεζώωσας.
Φερωνύμως τῆς κλήσεως, τῆς ἐπουρανίου μάκαρ γενόμενος· Νικηφόρε κατενίκησας, παρατάξεις πάσας τοῦ ἀλάστορος.
Ὀφθαλμών σου τὴν πήρωσιν, φέρων Νικηφόρε ἔνδον σοῦ ἔβλεπες· ἐπιλάμψεις θείου Πνεύματος, καὶ λαμπρῶν ἀκτίνων φῶς ἀπρόσιτον.
Θεοτοκίον.
Ῥητορεύσεις πεπλήρωνται, τῶν προφητευόντων ἐν σοὶ πανάμωμε· ἀπειράνδρως γὰρ ἐκύησας, ὅνπερ πάλαι οὗτοι προηγόρευσαν.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἔστησας τὸν νοῦν, ἐπὶ πέτραν τοῦ Κυρίου σοῦ, Νικηφόρε διὸ ἔμεινας στεῤῥός, ὥσπερ ἀδάμας, ἀλγηδόσι μὴ πτοούμενος.
Λέπραν τῆς σαρκός, ὡς Ἰὼβ ἐνεκαρτέρησας, διὸ λάμπεις Νικηφόρε τῇ ψυχῇ, ὑπὲρ χρυσίον, καὶ ἀργύριον πολύτιμον.
Ἔθηκας Θεῷ, Νικηφόρε τὴν ἐλπίδα σου, ὀρφανῶν τε καὶ χήρων προασπιστῇ, πατρῴων σπλάγχνων, παρ᾿ οὗ εὗρες τὴν ἀντίληψιν.
Θεοτοκίον.
Πύργος ὀχυρός, κατ᾿ ἐχθρῶν ὑπάρχεις Δέσποινα, καταράττουσα αὐτῶν τὰς μηχανάς, ὡς τετοκυῖα, τὸν ἰσχύϊ ἀπροσμέτρητον.
ᾨδὴ στ´. Τὴν δέησιν.
Ῥωννύμενος, τοῦ Θεοῦ τῇ χάριτι, ἐκ παθῶν τῶν χαμερπῶν Νικηφόρε· τὸ ἀσθενές, τῆς σαρκός σου ἐδέχθης, ὡς τῆς Θεοῦ συμπαθείας τὸ δώρημα· τοῦ στέργοντος τὴν τῶν βροτῶν· σωτηρίαν δι᾿ οἶκτον ἀμέτρητον.
Ὡς λύχνον σε, τῆς Τριάδος ἔγνωμεν, Νικηφόρε ἐπὶ ὅρους τεθέντα· καὶ ἱλαρῶς, διαχέοντα πᾶσι, τὸν φωτισμὸν καὶ τὴν αἴγλην τοῦ Πνεύματος· τὴν λύουσαν ἀχλὺν παθῶν· καὶ φαιδρύνουσαν γῆς τὰ πληρώματα.
Νενίκηκας, τοῦ ἐχθροῦ ὑψώματα, Νικηφόρε ταπεινώσει σου θείᾳ· ὅτι ψυχή, εὐγνωμόνῳ ἐδέχθης, τῇ σῇ σαρκὶ ἀλγηδόνας καὶ στίγματα· καὶ γέγονας παναληθῶς· τῆς χιόνος ἀμέτρως λευκότερος.
Θεοτοκίον.
Κοιλία σου, ἡ ἅγια γέγονε, Μαριὰμ τῶν οὐρανῶν πλατυτέρα· ὅτι Θεός, ἐν αὐτῇ ἐχωρήθη, ὃν οὐρανοῦ οὑκ χωροῦσι τὰ πέρατα, Αὐτὸν δυσώπει μητρικῶς τῆς παθῶν μὲ ῥυσθῆναι στενώσεως.
Ἰάτρευσον, ἡμῶν τὰ πάθη πρεσβείαις σου Νικηφόρε, ὁ βαστάσας τῆς σῆς σαρκὸς ἀνδρείως τὴν λέπρωσιν, εἰς τέλειον μέτρον τῆς καρτερίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β´.
ΠροστασίατῶνΧριστιανῶν.
Ἀσθενείας τὴν στενὴν ὁδὸν ἐπεβάδισας, Νικηφόρε καὶ ὁλοσχερῶς ἠκολούθησας, τὸν Δεσπότην ὡς εὐπειθὴς καὶ ἄξιος υἱός, ζυγὸν τούτου δὲ τὸν ἐλαφρύν, καὶ τὸ φορτίον τὸ χρηστόν, ἐν τοῖς ὥμοις ἐβάστασας χαίρων ὅθεν εἰσῆλθες, εἰς δόξης τῆς αἰωνίου, τὰς καταπαύσεις τὰς τερπνάς, χαρμοσύνως ἀγαλλόμενος.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα·
Στίχ.:Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Εὐαγγέλιον. Ἐκ τοῦ Κατὰ Ματθαῖον (ια᾿, 2730):
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς·
Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου...
Δόξα:ΤαῖςτοῦσοῦὉσίουπρεσβείαιςἘλεῆμον, ἑξάλειψοντὰπλήθητῶνἐμῶνἐγκλημάτων.
Καὶ νῦν.Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεός...
Προσόμοιον. Ὅλην ἀποθέμενοι
Ἦχος πλ. β´.
Κλίμακα οὐράνιον, τῶν ἀρετῶν Νικηφόρε, λογισμῷ θεόφρονι, καὶ ψυχῆς στεῤῥότητι ἀναβέβηκας· ὡς Ἰὼβ ἔφερες, τῆς σαρκὸς γὰρ λέπραν, καὶ ὀμμάτων σου τὴν πήρωσιν· πληγὰς καὶ στίγματα, καὶ τὴν τῶν μελῶν πᾶσαν κάκωσιν· εἰς ὕψος δὲ αἰρόμενος, τὰ τῶν οὐρανίων ἑώρακας· κάλλη καὶ τὴν δόξαν, ἥν Κύριος ἡτοίμασεν Θεός, τοῖς ἐκτελοῦσιν ἑκάστοτε Αὐτοῦ τὰ προστάγματα.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου...
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀδιάλειπτον ἔσχες, προσευχὴν ὥσπερ ἔργον ἐν βίῳ ἄριστον, δι᾿ ἧς Θεῷ ὡμίλεις, Ἀγγέλων πολιτείαν, Νικηφόρε μιμούμενος· ὁ τῶν πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰθυνόμενος μάκαρ, παρ᾿ Ἀνθίμου τοῦ πάνυ ἐν Χίῳ ἤνυσας, ἀσκήσεως τὸν δρόμον, καὶ τρόπαια μεγάλα, Νικηφόρε ἐπέγραψας· διὸ στεφάνους χειρί, ἐδέξω ζωηφόρῳ.
Νέμων θείας εὐχάς σου, Νικηφόρε Κυρίῳ τὸ μεσονύκτιον, μετέωρος ἐπήρθης, ξενίσας μαθητήν σου, σὲ ἰδόντα Εὐμένιον μεθ᾿ οὗ τὸν ὕμνον Θεῷ, προσάγεις εἰς αἰῶνας.
Θεοτοκίον.
Ἡ τοῦ μάννα σὲ στάμνος, ἀληθῶς προετύπου Παρθενομῆτορ Ἁγνή, καὶ γὰρ ἐν τῇ γαστρὶ σοῦ, ἐφύλαξας τὸν Ἄρτον, τῆς ζωῆς τὸν Οὐράνιον· Χριστὸν ψυχὰς τῶν πιστῶν, ἐκτρέφοντα ἀῤῥήτως.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Λόγοις σου θεῖοις, καὶ νουθεσίαις σοφαῖς σου, ταῖς ψυχαῖς θλιβομένων γλυκεῖαν, τὴν παρηγορίαν, παρεῖχες Νικηφόρε
.
Ἀκτημοσύνης, σὲ θησαυρὸν Νικηφόρε, ἀσφαλῆ καὶ μεγάλον πλουτούμεν, ὅτι τῇ καρδίᾳ, πτωχὸς μάκαρ ἐγένου.
Μακρὰν τὰ ὄντα, ὡσεὶ ἐγγὺς ἐνοπτρίζου, ψυχικοῖς ὀφθαλμοῖς Νικηφόρε, ὅτι διοράσει, τῇ θείᾳ ἐκοσμήθης.
Θεοτοκίον.
Πεποικιλμένη, τῇ θείᾳ δόξῃ Παρθένε, Βασιλεῖ δεξιόθεν παρέστης, τῷ ἐπουρανίῳ, ὡς Δέσποινα τοῦ κόσμου.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ῥαδίως τὸ φορτίον, λέπρας βαρυτάτης, ὦ Νικηφόρε βαστάσας, εἰς πόλιν Θεοῦ, τὴν ἐλευθέραν μετέβης, κούφως πτερούμενος.
Ὁ σπόρος Νικηφόρε, τοῦ Εὐαγγελίου, εἰς ἀγαθῆς καὶ καλῆς σου, καρδίας τὴν γῆν, γεωργηθεὶς τὸν πολύχουν, στάχυν ἐποίησεν.
Τὸν λύχνον τῆς ψυχῆς σοῦ, πλήσας Νικηφόρε, ὑπὸ μονῆς ἐν ἐλαίῳ, Νυμφίος Χριστός, χορῷ φρονίμων παρθένων, σὲ συνηρίθμησεν.
Ἡ θήκη σῶν λειψάνων, βλύζει Νικηφόρε, τοῦ Παρακλητοῦ τὴν χάριν, ὀσμήν τε ζωῆς, τοῖς εὐλαβῶς προσκυνοῦσι, ταύτην ἑκάστοτε.
Θεοτοκίον.
Σελήνη Θεοτόκε, ὡς παμφαεστάτη, ἑξανατέλλεις τῷ κόσμῳ, τὸ ἄδυτον φῶς, ὡς τετοκυῖα τῆς Δόξης, τὸν μέγαν Ἥλιον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια, ὧν ἡ ἀκροστιχίς: «Ἰσιδώρας».
Ἵνα αἰωνίου σε χαρμονῆς, μέτοχον ποιήσῃ ὁ Δεσπότης ἐν οὐρανοῖς, μάστιγας καὶ θλίψεις, ἐν βίῳ σοι τῆς λέπρας· ἐδίδου Νικηφόρε, πατὴρ ὡς εὔσπλαγχνος.
Στάθμην σε ἐγκώκαμεν ἀκριβῆ, ταπεινοφροσύνης ἐγκρατείας ὑπογραμμόν, στῦλον ἀγρυπνίας, ὑπακοῆς ἐργάτην· εὐχῆς τε Νικηφόρε, μέγαν διδάσκαλον.
Ἰσχύσας πρωτίστως ὡς ὁ Ἰώβ, ἐν τῇ καρτερίᾳ Νικηφόρε τῶν ἀλγεινῶν, ὅθεν σὺν ἐκείνῳ, ἀγάλλει αἰωνίως· ἀφράστῳ θεοπτίᾳ, μεγαλυνόμενος.
Δεῦρο φιλοχρίστων θεία πληθύς, τοῦ Χριστοῦ τὸν φίλον Νικηφόρον νῦν τὸν λεπρόν· ὕμνοις ἐγκωμίων κοσμήσωμεν ἀξίως, ὡς θείας καρτερίας, πύκτην πανάριστον.
Ὥριμος ὡς βότρυς ἐν τοῖς ληνοῖς, πανωδύνου λέπρας Νικηφόρε ἀποθλιβείς, ἔδωκας τὸν οἶνον τῶν ἀρετῶν τὸν θεῖον· εὐφραίνοντα καρδίας, τῶν εὐφημούντων σε.
Ῥάβδον τῆς δυνάμεως τοῦ Θεοῦ, ἔχων Νικηφόρε βακτηρίαν ὡς κραταιάν, ἔδραμες εὐτόνως τὴν στενωπὸν τοῦ βίου· εἰς θείων σκηνωμάτων πλάτος ἀπάγουσαν.
Ἄκμων ὡς ὑπάρχων ὑπομονῆς, ἄκαμπτος ἐδείχθης Νικηφόρε ἐν τοῖς δεινοῖς, καὶ ἐν τῷ χαλκείῳ δοκιμασθεὶς τῶν πόνων, χρυσίου ἀπαστράπτεις, πάνυ λαμπρότερον.
Σήμερον δυνάμεις Ἀγγελικαί, χαίρουσιν ὁρῶσαι Νικηφόρου θείαν ψυχήν, θρόνῳ τοῦ Δεσπότου σὺν τούτοις παρεστῶσαν· καὶ δόξῃ ἑλλαμφθείσαν, τῆς καθαρότητος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.
Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Νικηφόρου Ὁσίου τοῦ λεπροῦ τὰ παλαίσματα, καὶ τὴν ἐν ἀσκήσει ἀνδρείαν, κατεπλάγησαν Ἄγγελοι, ὡς ἄλλος γὰρ Ἰὼβ τὰ ἀλγεινά, ὑπέμεινε δοξάζων τὸν Θεόν, νῦν δὲ δόξῃ ἐστεφάνωται παρ’ Αὐτοῦ, θαυμάτων διακρίσεσιν. Χαίροις τῶν μοναστῶν χειραγωγέ, χαίροις φωτὸς ὁ πρόβολος, χαίροις ὁ εὐωδίας χαρμονήν, προχέων ἐκ λειψάνων σου.
Δόξα... Καὶ νῦν ...
Θεοτοκίον
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ὁ ἱερεὺς μνημονεύει καὶ ἀπόλυσις.
Πρὸ δὲ τοῦ Δι’ εὐχῶν, τὰ ἀκόλουθα:
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις καρτερίας ἀθλητά, τῆς παρηγορίας ὁ λύχνος, ἐλπίδος θεία εἰκών, πίστεως ἐκσφράγισμα, ἀγάπης πλήρωμα· προσευχῆς ὁ διδάσκαλος, κανὼν ἐγκρατείας, πλοῦτος πολυέραστος, τῆς καθαρότητος. Λέπρας παιδευθεὶς τῇ καμίνῳ, λάμπεις Νικηφόρε τῷ κόσμῳ· τοῦ χρυσοῦ ἀμέτρως θαυμαστότερον.
Δόξα... Καὶ νῦν ...
Θεοτοκίον
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου.
Δι᾿ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου