Π Α Ρ Α Κ Λ Η Τ Ι Κ Ο Σ Κ Α Ν Ω Ν
Ε Ι Σ Τ Ο
Ν Α Γ . Λ Ο Υ Κ Α
ΑΡΧΙΕΠΙΣΚΟΠΟ ΣΥΜΦΕΡΟΥΠΟΛΕΩΣ, ΤΟΝ ΙΑΤΡΟ &
ΠΡΟΣΤΑΤΗ ΤΩΝ ΣΥΝΕΡΓΑΤΩΝ ΤΟΥ ΣΥΛΛΟΓΟΥ
« Ο ΕΣΤΑΥΡΩΜΕΝΟΣ»
(Ποίημα Μητροπολίτου Εδέσσης κ. Ιωήλ)
Ὁ Ἱερεύς·
Εὐλογητός
ὁ
Θεός ἡμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς
τούς αἰῶνας
τῶν
αἰώνων.
Ὁ Ἀναγνώστης·
Ἀμήν
Ψαλμός ρμβ΄
(142)
Κύριε
εἰσάκουσον
τῆς
προσευχῆς
μου ἐνώτισαι
τὴν
δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.Λαός:
Ὁ Χορός·
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ,
β'. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ὡς Ἱεράρχης τοῦ Χριστοῦ αἰγληφόρος,
καί ἰατρός
τῶν ἀσθενούντων μερόπων καί πρεσβευτής Λουκᾶ πρός τόν Φιλάνθρωπον, τούς ἐπιζητοῦντας σου τήν θεόσδοτον χάριν, μή ἐλλείπῃς ἅγιε, ἀπό πάσης ἀνάγκης,
καί χαλεπῶν
τοῦ
βίου ἀναγκῶν, διαφυλάττων, ταῖς θείαις πρεσβείαις σου.
Δόξα Πατρί καί
Υἱῷ καί Ἁγίῳ
Πνεύματι.
Ἦχος
α΄. Τόν τάφο σου, Σωτήρ.
(Ποίημα τοῦ ἱερομον. π. Ἀθαν.
Σιμωνοπετρίτη, Ὑμνογράφου τῆς Μεγ. τοῦ Χριστοῦ Ἐκκλησίας)
Δεσμά
καί φυλακάς, ἐν
Χριστῷ ὑπομείνας, καί πλείστους διωγμούς, δι’ ἀγάπην Κυρίου, Λουκᾶ παμμακάριστε, οὐρανόθεν ἀπόστειλον, τήν βοήθειαν, τοῖς ἐν δεσμοῖς καί ἀνάγκαις, καί ἀξίωσον ἐν μετανοίᾳ περάσαι, τοῦ βίου τό πέλαγος.
Καί νῦν
καί ἀεί καί εἰς τούς αἰῶνας
τῶν
αἰώνων. Ἀμήν.
Θεοτοκίον
Οὐ
σιωπήσωμέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μή γάρ σύ προΐστασο
πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ
τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν,
Δέσποινα, ἐκ
σοῦ· σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ἀναγνώστης:
Ψαλμός ν΄ (50)
Ἐλέησόν
με ὁ
Θεὸς
κατὰ τὸ μέγα ἐλεός σου καὶ
κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον
τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον
πλῦνόν
με ἀπὸ τῆς ἀνομίας
μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὃτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν
μού ἐστι
διὰ
παντὸς.
Σοὶ
μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν
δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ
νικήσῃς ἐν τῷ κρίνεσθαί σε. δοὺ γὰρ ἐν ἀνομίαις
συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ
με ἡ
μήτηρ μου· Ἰδοῦ γὰρ
ἀλήθειαν
ἠγάπησας
τὰ ἄδηλα καὶ τὰ
κρύφια τῆς
σοφίας σου ἐδήλωσάς
μοι. Ραντιεῖς
με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ
πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ
πνεῦμα
εὐθὲς ἐγκαίνισον ἐν
τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ
τοῦ
προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Ἀπόδος
μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαί με ἐξ αἱμάτων
ὁ
Θεὸς,
ὁ
Θεὸς
τῆς
σωτηρίας μου ἀγαλλιάσεται
ἡ
γλῶσσά
μου τὴν
δικαιοσύνην σου. Κύριε τὰ
χείλη μου ἀνοίξεις
καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν
αἴνεσίν
σου. Ὃτι εἰ ἠθέλησας θυσίαν ἔδωκα
ἂν,
ὁλοκαυτώματα
οὐκ
εὐδοκήσεις.
Θυσία τῷ
Θεῷ
πνεῦμα
συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον
Κύριε ἐν τῇ εὐδοκίᾳ
σου τὴν Σιὼν καὶ
οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις
θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν
ἐπὶ τό
θυσιαστήριόν σου μόσχους.
Καί
ὁ
Κανών οὗ
ἡ
ἀκροστιχίς.
«Λουκᾶ
ἰατρέ τούς νοσοῦντας
ἴασαι. Ἰωήλ»
ᾩδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπέρ
ἡμῶν.
Λουκᾶ ἀρχιθύτα τόν Ἰησοῦν, πάντοτε δυσώπει ὑπέρ πάντων ὑμῶν λιταῖς, νόσων λυτρωθῆναι
δυσιάτων, καί δυσπραγίας τοῦ βίου
πανόβλιε.
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπέρ
ἡμῶν.
Ὁρμᾶς τάς ἀτάκτους τῶν ἡδονῶν, Λουκᾶ
καί ἐννοίας,
ψυχοφθόρους τῶν
γεηρῶν,
τῇ σῇ
προστασία Ἱεράρχα,
ἐκ
τῆς
ψυχῆς
μου ἀνάσπασον
πρόρριζον.
Δόξα
Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Ὑφέρπων δολίως ὁ πονηρός, προσβάλλει με ὄντως, ἀρρωστήμασι τοῖς
δεινοῖς,
ἄλλ’
ὡς
θεοκίνητος ἀκέστωρ,
τήν ἰατρείαν
Λουκᾶ
δός μοι τάχιστα.
Καί
νῦν
καί ἀεί
καί εἰς
τούς αἰῶνας
τῶν
αἰώνων.
Ἀμήν.
Καμάτου τοῦ
σώματος καί ψυχῆς,
τούς δούλους σου Μήτερ, ἐλευθέρωσον
σαῖς
λιταῖς,
καί χάρισαι πᾶσιν τήν ἐλπίδα, τοῦ πλατυσμοῦ καί ἀνέσεως Δέσποινα.
ᾩδή γ'. Οὐρανίας ἁψῖδος
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπέρ
ἡμῶν.
Ἀπορρήτως τήν χάριν, τά σά ὀστᾶ δίδωσι, τοῖς
προσερχομένοις ἐν
πίστει, ταῦτα
ἀσπάσασθαι,
ἐν
Σαγματᾷ τῇ μονῇ, καί ἐν τῇ
χώρᾳ Ρωσίας, ὡς πηγή ἀείρροος,
Λουκᾶ ἀοίδιμε.
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπέρ
ἡμῶν.
Ἰαθῆναι λιταῖς
σου, παρακαλῶ ἅγιε, ἐκ τῆς
ταραχῆς
τοῦ
νοός μου καί τῆς
δειλίας μου, σύ γάρ ὡς
εὔτολμος
ἐν
τοῖς
καιροῖς τοῖς ἐσχάτοις, Χριστοῦ
τήν ἀλήθειαν,
Λουκᾶ ἐκήρυξας.
Δόξα
Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Ἀρχιθύτης ὑπάρχων, ἐν οὐρανῷ ἒπαρον, τάς σεπτάς σου χεῖρας θεόφρον, πρός τόν Φιλάνθρωπον, ἁπαλλαγῆναι με, ἀμπλακημάτων
παντοίων, ὡς ἄν τήν σωτήριον, τρίβον πορεύσομαι.
Καί
νῦν
καί ἀεί
καί εἰς
τούς αἰῶνας
τῶν
αἰώνων.
Ἀμήν.
Τάς συμβάσεις τοῦ
βίου καί δυσμενῆ
σκάνδαλα, τάς ἐπιφορᾶς τοῦ βελίαρ, καί μηχανήματα, γηῒνων
θέλγητρα καί τῶν
ματαίων ὀρέξεις,
ἄφ’ ἡμῶν ἀποστησον, Παντοβασίλισσα.
Διάσωσον, ὦ Ἱεράρχα Λουκᾶ τούς σέ ἀνυμνοῦντας, ἐκ
κνδύνων καί πονηρῶν
καταστάσεων, καί ἐκ
τῶν
νόσων κάτ’ ἄμφω,
σημειοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ
σώματος κάκωσιν, καί ἴασαι
τῆς
ψυχῆς
μου τό ἄλγος.
Ὁ Ἱερεύς·
Εἶτα μνημονεύει ὁ ἱερεύς τῶν δι᾿ οὓς ἡ παράκλησις γίνεται, καὶ ὁ λαός ψάλλει τὸ «Κύριε, ἐλέησον». Μετὰ δὲ τὴν ἐκφώνησιν τὸ ἑπόμενον κάθισμα.
Ὁ Χορός·
Πρεσβεία θερμή
Πρεσβεία θερμή
Ἐν χρόνοις τοῖς νῦν, Λουκᾶ Ἀρχιεπίσκοπε, ἐφάνης πιστοῖς παραμυθία ἄφατος,
διό μή παύσῃ ἅγιε, συντηρῶν
προμηθείᾳ τῇ κρείττονι, ὡς
παρρησίαν σχών ἐν
οὐρανῷ, τούς πόθῳ
φωνοῦντας τό σόν ὄνομα.
ᾩδή δ'. Εἰσακήκοα Κύριε
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπέρ
ἡμῶν.
Ρίζαν ἔκοψον
Ἅγιε,
τῆς δαιμονικῆς σαφῶς ἀθεότητος,
καί Λουκᾶ
πρός ἀγαθότητα,
ἲθυνας ψυχάς τῶν ἀνυμνούντων σε.
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπέρ
ἡμῶν.
Ἐπί σοί τάς ἐλπίδας μου, ἔχων Ἱεράρχα σεβασμιώτατε, νυσταγνόν τῆς ραθυμίας μου, στῆσαι
ὁ
φιλόϋλος ἐφίεμαι.
Δόξα
Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Τῷ
φλογμῷ
παραβάσεων, καί ἀσεβημάτων
Λουκᾶ Ἐπίσκοπε, ἐκτακεῖσαν
τήν καρδίαν μου, δρόσισον ρανῖσι
τοῦ ἐλέους σου.
Καί
νῦν
καί ἀεί
καί εἰς
τούς αἰῶνας
τῶν
αἰώνων.
Ἀμήν.
Ὁ ὑπάρχων ἀχώρητος, καί πληρῶν
τά πάντα Θεός ἐχώρησεν,
ἐν
τῇ μήτρᾳ
σου Πανάμωμε, ὃν ὑπέρ ἡμῶν ἀεί ἱκέτευε.
ᾩδή ε΄. Φώτισον ἠμᾶς
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπέρ
ἡμῶν.
Ὕψωσον
Λουκᾶ,
πρός τήν ἄνωθεν
λαμπρότητα ,τά νοήματα ἡμῶν τῶν ἐμπαθῶν, διαλύων ἁμαρτίας τά φαντάσματα.
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπέρ
ἡμῶν.
Στόνον
τῶν
ψυχῶν,
καί σωμάτων τά ἀλγηματα,
Ἱεράρχα
ζωηφόροις σου λιταῖς, μή ἐλλείπῃς ἰατρεῦσαι τῶν
τιμώντων σε.
Δόξα
Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Νῦν ἐν Σαγματᾷ, τάς μερίδας τῶν λειψάνων σου, οἱ
μονάζοντες κατέχοντας Λουκᾶ,
ταῖς
εὐχαῖς σου ἐκζητοῦσι τήν εἰρήνευσιν.
Καί
νῦν
καί ἀεί
καί εἰς
τούς αἰῶνας
τῶν
αἰώνων.
Ἀμήν.
Ὃν ὑπερφυῶς, Θεοτόκε ἀπεκύησας,
δυσωποῦσα μή ἐλλείπῃς ἐσαεί, ἐκλυτρώσασθαι ἠμᾶς ἐξ ἀπογνώσεως.
ᾩδή ς'. Τήν δέησιν
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπέρ
ἡμῶν.
Συστήματα πονηρῶν ἐκύκλωσαν, τάς ψυχάς ἡμῶν
Λουκᾶ Ἱεράρχα, καί σαρκικῶν τά ἀμέτρητα πάθη, πρός ἀκρασίας τόν λάκκον καθέλκουσιν, ἡμᾶς τούς κράζοντας πρός σέ, ἐκ φθορᾶς τούς ἱκέτας σου λύτρωσον.
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπέρ
ἡμῶν.
Ὁδήγησον πρός λιμένα εὒδιον, Ἱεράρχα
τοῦ
Χριστοῦ
τούς πεσόντας, ἐν
κλυδωνίῳ τῆς ζάλης τοῦ βίου, καί ἐν ἀβύσσῳ παγίδων τοῦ ὄφεως, ὡς
κεκτημένος πρός Θεόν, τήν καλήν παρησίαν πανεύφημε.
Δόξα
Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Ὑπάρχων τῶν λογισμῶν ἀνάπλεως,
Ἱεράρχα
πολυφρόντιδος βίου, καί μεριμνῶν
καθ’ ἑκάστην
ὁ
τάλας, ἐν ἠδοναῖς ψυχοφθόροις τοῦ
σώματος, ἐκ
βάθους αἴρω
τήν φωνήν πρός τό θεῖον
μέ φῶς
καθοδήγησον.
Καί
νῦν
καί ἀεί
καί εἰς
τούς αἰῶνας τῶν
αἰώνων.
Ἀμήν.
Νῦν
βάρει τῶν ἐμπαθῶν πταισμάτων μου, καλυφθεῖσα
ἡ
καρδία μου σθένει, καί μή τολμῶν ἀτενίσαι πρός ὕψος, τοῦ οὐρανοῦ Θεοτόκε ὁ ἄσωτος, αἰτοῦμαι ἄφεσιν κακῶν,
πανσενεῖ σου πρεσβεία Θεονυμφε.
Διάσωσον, ὦ Ἱεράρχα Λουκᾶ τούς σέ ἀνυμνοῦντας, ἐκ
κινδύνων καί πονηρῶν
καταστάσεων, καί ἐκ
τῶν
νόσων κατ’ ἄμφω
σημαιοφόρε.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα
δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.
Ὁ Ἱερεύς·
῾Ο
ἱερεὺς μνημονεύει τὰ ὀνόματα τῶν τελούντων τὴν παράκλησιν.
Μετὰ δὲ τὴν ἐκφώνησιν ψάλλεται τό Κοντάκιον.
Ὁ Χορός·
Ἦχος β'. Τοῖς
τῶν αἱμάτων σου
Ὡς Ἱεράρχης Λουκᾶ ἀξιάγαστε, Συμφερουπόλεως πάσης ὁ Πρόεδρος, τοῖς προσιοῦσιν ἐν
πίστει τήν λάρνακα, τῶν
σῶν
λειψάνων ἁγίασον
χάριτι, παρέχων κατ’ ἄμφω
τήν ἴασιν.
Καί
εὐθύς
τό Προκείμενον. Ἦχος
δ'.
Δίκαιος ὡς
φοίνιξ ἀνθήσει,
καί ὡσεί
κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Δίκαιος ὡς
φοίνιξ ἀνθήσει,
καί ὡσεί
κέδρος ἡ ἐν τῷ Λιβάνῳ ωπληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ
οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς
τοῦ
Θεοῦ
ἡμῶν ἑξανθήσει.
Δίκαιος ὡς
φοίνιξ ἀνθήσει,
καί ὡσεί
κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὁ Ἱερεύς·
Το Εὐαγγέλιον.
Ἐκ τοῦ
κατά Λουκᾶν (στ΄. 17-19,
θ' 1-2, ἰ' 16-21)
Τῷ
καιρῷ ἐκείνῷ ἦλθε
πρός τόν Ἰησοῦν ὄχλος μαθητῶν
αὐτοῦ, καί πλῆθος πολύ τοῦ
λαοῦ, ἀπό πάσης τῆς Ἰουδαίας καί Ἱερουσαλήμ
καί τῆς
παραλίου Τύρου καί Σιδῶνος,
οἱ ἦλθαν ἀκοῦσαι
αὐτοῦ, καί ἰαθῆναι
ἀπό
τῶν
νόσων αὐτῶν, καί οἱ ὀχλούμενοι
ὑπό
πνευμάτων ἀκαθάρτων
καί ἐθεραπεύοντο.
Καί πᾶς ὁ ὄχλος ἐζήτει
ἄπτεσθαι αὐτοῦ, ὅτι
δύναμις παρ’ αὐτοῦ ἐξήρχετο, καί ἰᾶτο
πάντας. Συγκαλεσάμενος δέ τούς δώδεκα Μαθητάς αὐτοῦ, ἔδωκεν αὐτοῖς
δύναμιν καί ἐξουσίαν
ἐπί
πάντα τά δαιμόνια, καί νόσους θεραπεύειν. Καί ἀπέστειλεν αὐτούς
κηρύσσειν τήν βασιλείαν τοῦ
Θεοῦ,
καί ἰᾶσθαι
τούς ἀσθενοῦντας. Καί ἔλεγεν αὐτοῖς· ὁ ἀκοῦν ὑμῶν, ἐμοῦ ἀκούει· καί ὁ ἀθετῶν ὑμᾶς,
ἐμέ
ἀθετεῖ· ὁ δέ ἐμέ ἀθετῶν, ἀθετεῖ
τόν ἀποστείλαντά
με. Ὑπέστρεψαν
δέ οἱ ἑβδομήκοντα μετά χαρᾶς, λέγοντες. Κύριε, καί τά δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί
σου. Εἶπε
δέ αὐτοῖς. Ἐθεώρουν τόν Σατανᾶν ὡς ἀστραπήν ἐκ
τοῦ οὐρανοῦ πεσόντα. Ἰδού
δίδωμι ὑμῖν τήν ἐξουσίαν
τοῦ
πατεῖν ἐπάνω ὄφεων καί σκορπίων, καί ἐπί πᾶσαν τήν δύναμιν τοῦ ἐχθροῦ,
καί οὐδέν ὑμᾶς
οὐ
μή ἀδικήσῃ. Πλήν ἐν
τούτῳ μή χαίρετε, ὅτι τά πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δέ μᾶλλον, ὅτι τά ὀνόματα
ὑμῶν ἐγράφη ἐν
τοῖς
οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλιάσατο τῷ
Πνεύματι ὁ Ἰησοῦς, καί εἶπεν· Ἐξομολογοῦμαι σοι, Πάτερ, Κύριε τοῦ
οὐρανοῦ καί τῆς γῆς,
ὅτι
ἀπέκρυψας
ταῦτα
ἀπό
σοφῶν
καί συνετῶν,
καί ἀπεκάλυψας
αὐτά
νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως
ἐγένετο
εὐδοκία
ἔμπροσθέν
σου.
Ὁ Χορός·
Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα
Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Ταῖς
τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον,
ἑξάλειψον
τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί
νῦν
καί ἀεί
καί εἰς
τούς αἰῶνας
τῶν
αἰώνων.
Ἀμήν.
Ταῖς
τῆς
Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος
τῶν οἰκτιρμῶν
σου, ἑξάλειψον
τό ἀνόμημά
μου.
Προσόμοιον.
Ἦχος πλ. β'. Ὅλην
ἀποθέμενοι
Ἅγιε Ἀνάργυρε, Ρωσίας πάσης τό κλέος, τῆς Συμφερουπόλεως, ἔνδοξε διδάσκαλε καί Ἐπίσκοπε, τάς δεινάς μάστιγας, τῶν ἀρρωστημάτων, πυρετόν τε καί τά τραύματα, τῶν προσιόντων σοι, ἴασαι Λουκᾶ τῷ ἐλέει σου, καί ταῖς ἰκετηρίαις σου, πρός τόν σόν
Φιλάνθρωπον Κύριον. Πάντιμε ἀκέστορ,
ἐλπίς
κεκμηκότων ἀρραγής,
μή ἐπιλάθῃ δωρήσασθαι, πᾶσι
τά εὐφρόσυνα.
Ὁ Ἱερεύς·
Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τῶν ἐν ἁγῖοις πατέρων ἡμῶν καὶ οἰκουμενικῶν μεγάλων διδασκάλων καὶ ἱεραρχῶν Βασιλείου τοῦ μεγάλου, Γρηγορίου τοῦ θεολόγου καὶ ᾿Ιωάννου τοῦ Χρυσοστόμου· τοῦ ἐν ἁγῖοις πατρὸς ἡμῶν Νικολάου, ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τοῦ
ἐν ἁγῖοις πατρός ἠμῶν
Λουκᾶ Ἀρχιεπισκόπου
Συμφερουπόλεως, τοῦ καὶ Προστάτου ἡμῶν· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων ᾿Ιωακεὶμ καὶ ῎Αννης· (τοῦ ἁγίου τῆς ἡμέρας).…………………….. καὶ πάντων σου τῶν ἁγίων. ῾Ικετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς
Ὁ Χορός·
Κύριε
ἐλέησον
(ιβ΄).
Ὁ Ἱερεύς·
᾿Ελέει καὶ οἰκτιρμοῖς
καὶ φιλανθρωπίᾳ τοῦ
μονογενοῦς σου Υἱοῦ,
μεθ᾿ οὗ εὐλογητὸς
εἶ, σῦν τῷ παναγίῳ
καὶ ἀγαθῷ
καὶ ζωοποιῷ σου Πνεύματι, νῦν
καὶ ἀεὶ
καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Χορός·
ᾩδή ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπέρ
ἡμῶν.
Τῇ σῇ
σκέπῃ προστρέχω, Ἱεράρχα αἰτούμενος τήν καρδιάν μου, τήν γέμουσαν ἀκάνθας, τῆς ὑπερηφανίας, καί δαιμόνων θρασύτητος, ἀποκαθάραι ταῖς σαῖς, ἐντεύξεσι
Λουκᾶ
μου.
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπέρ
ἡμῶν.
Ἁγιώτατε Πάτερ, νοητῶν Αἰθιόπων καί κακοτρόπων βροτῶν, συμβάσεως ἀλόγου,
καί τῆς
κακοπραγίας, ἀνωτέρους
συντήρησον, τούς ἑξαιτοῦντας Λουκᾶ,
τήν σήν ἐπικουρίαν.
Δόξα
Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Στηριγμόν ἐν
τῇ θλίψει, ἐν πελάγει τοῦ βίου τοῦ Σαγματᾶ ἡ Μονή, τά λείψανά σου Πάτερ, κατέχουσα
τό θάρσος, καθ’ ἑκάστην
ἀρύεται· ἲνα
πρός πλάτος χαρᾶς,
τῆς ὄντως καταντήσῃ.
Καί
νῦν
καί ἀεί
καί εἰς
τούς αἰῶνας
τῶν
αἰώνων.
Ἀμήν.
Ἰησοῦ τάς ἀγκάλας, τῆς
θερμῆς
σου ἀγάπης
καί θυμηδίας ὁμοῦ, ὑπάνοιξόν μοι Σῶτερ,
λιταῖς
τῆς
σέ τεκούσης, ἴνα
ψάλλω γηθόμενος· ὁ τῶν Πατέρων ἠμων, Θεός εὐλογητός εἶ.
ᾩδἡ η'. Τόν Βασιλέα
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπέρ
ἡμῶν.
Ἀτρέμας Πάτερ, πρό τῶν βημάτων ἀθέων, ὡμολόγησας
Χριστόν Ἐσταυρωμένον,
ὃν μή διαλίπῃς, ὑπέρ
ἠμῶν λιτάζων.
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπέρ
ἡμῶν.
Σοφίας μάκαρ, τῆς
θεικῆς ὢν δοχεῖον,
τόν θυμόν καί ταραχώδεις ἐννοήσεις,
θραῦσον
τῆς
ψυχῆς
μου, Λουκᾶ
σημειοφόρε.
Δόξα
Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Ἅγιε λῦσον, τῆς
ταλαιπώρου ψυχῆς
μου, καί τοῦ
σώματος τούς πόνους καί ὀδύνας,
σύ γάρ Ἀρχιθύτης,
τυγχάνεις καί ἀκέστωρ.
Καί
νῦν
καί ἀεί
καί εἰς
τούς αἰῶνας
τῶν
αἰώνων.
Ἀμήν.
Ἰσχύς ἡ ὄντως, καί ἡ ἐλπίς καί τό φάος, ἡ παράκλησις καί ἴαμα κατ' ἄμφω, Δέσποινα ὑπάρχεις, ἠμῶν τῶν Ὀρθοδόξων.
ᾩδή θ'. Κυρίως Θεοτόκον
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπέρ
ἠμῶν.
Ἰάτρευσον τάς νόσους, τῶν ψυχοπασχόντων καί ἀλγουμένων Λουκᾶ ὑπέρ ἔννοιαν,
διευθετῶν
τάς ἐννοίας
αὐτῶν μακάριε.
Ἅγιε τοῦ Θεοῦ,
πρέσβευε ὑπέρ
ἡμῶν.
Ὡς
μέλισσα ἐτρύγεις,
τήν σοφίαν πᾶσαν, ἐπί τῆς γῆς Ἱεράρχα ἀοίδιμε, διό νοός μου ἀπέλασον τήν σκοτόμαιναν.
Δόξα
Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι.
Ἠδέως οἱ Πατέρες, μάνδρας Σαγματίου, τά σά ὀστᾶ ὡς
μαργάρους κατέχοντες, ἐπιζητοῦσιν θεόφρον τήν σήν ἀντίληψιν.
Καί
νῦν
καί ἀεί
καί εἰς
τούς αἰῶνας
τῶν
αἰώνων.
Ἀμήν.
Λαόν τῶν Ὀρθοδόξων, φύλαττε ἐκ
λύκων, αἱρετικῶν Παναγία Πανύμνητε, ἀποκαλύπτουσα πᾶσαν αὐτῶν κακότητα.
Καὶ
εὐθὺς
τὰ Μεγαλυνάρια
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
Χαίροις ἐπισκόπων
ὁ
κοινωνός, τῆς
Ρωσίας πάσης, ὁ
θεόσοφος ἱατρός χαίροις τῆς Κριμαίας, ὁ θεῖος Ποιμενάρχης, Λουκᾶ τῶν Ὀρθοδόξων, ὁ νέος ἅγιος.
Ἔχων τήν σοφίαν παρά Θεοῦ, τῶν νενοσηκότων, ἐθεράπευες
τά δεινά, καί τούς πεπτωκότας, ἐν
λάκκῳ τῶν ἀθέων, τῇ σῇ
δυνάμει Πάτερ,
Λουκᾶ ἐξήρπασας.
Πάντα τά ὀνείδη
διά Χριστόν, φυλακάς διώξεις, καί αἰκίας σωματικάς, σκύβαλα ἠγήσω καί ἔφερες
γενναίως, Λουκᾶ
σημειοφόρε, καί ἀκατάβλητε.
Θαύματα τεράστια τῷ
λαῷ, ἡ σεπτή σορός σου, ἐν Ρωσίᾳ ἐπιτελεῖ,
καί ἐν
Σαγματίῳ, ἐκ ταύτης αἱ μερίδες, ἐκβλύζουσιν
ἰάσεις, Λουκᾶ τοῖς πάσχουσι.
Ηὔγασας
ὡς ἥλιος παμφαής, ἐν Συμφερουπόλει τάς χορείας τῶν εὐσεβῶν,
καί τῆς ἀθεΐας ἐμείωσας τό σκότος, ἐν χώρᾳ τῆς Ρωσίας, Λουκᾶ ἀοίδιμε.
Μάνδρα τῶν
θρεμμάτων τῶν
λογικῶν,
ἐν
τῷ
Σαγματίῳ ταῖς πρεσβείαις σου πρός Χριστόν, φύλαττε
θεόφρον, ἐκ
πάσης κακουργίας, δαιμόνων τῶν ἐχθίστων, Λουκᾶ πανάριστε.
(Ποίημα
τοῦ ἱερομ.. π. Ἀθαν. Σιμωνοπετρίτη, Ὑμνογράφου
τῆς Μεγ. τοῦ Χριστοῦ Ἐκκλησίας)
Θλίψεις
διωγμούς τε καί φυλακάς, πικράς ἐξορίας, δι’ ἀγάπην τοῦ Ἰησοῦ, ὑποστάς παμμάκαρ, τούς πεφυλακισμένους, ὡς ἀδελφούς Κυρίου, Λουκᾶ μνημόνευε.
Ἔχων
παρρησίαν πρός τόν Χριστόν, Λουκᾶ Ἰεράρχα, ἐξορίας καί φυλακῆς, σκληρῶν κοινωνήσας, ὡς
μάρτυς γενναιόφρων, ὑπέρ
τῶν δεσμουμένων, Αὐτόν ἱκέτευε.
Ἀδελφούς
ἐκάλεσεν
ο Χριστός, τούς ἐν
ἀσθενείαις και ἀνάγκαις βιοτικαῖς, ὃθεν Ἰεράρχα, Λουκᾶ διακονοῦντας, τούτοις φιλαδελφίᾳ, δός χάριν Πνεύματος.
Πᾶσαι
τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων
ἡ
δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.
῾Ο Ἀναγνώστης·
Ἅγιος
ὁ
Θεός, Ἅγιος
ἰσχυρός,
Ἅγιος
Ἀθάνατος,
ἐλέησον
ἡμᾶς. (γ')
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα
Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.
Πάτερ
ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
῾Ο Ἱερεύς·
῞Οτι
σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Χορός·
Το ἀπολυτίκιον τῆς
ἡμέρας.
Δόξα Πατρὶ καὶ Υἱῷ
καὶ ῾Αγίῳ Πνεύματι.
Το ἀπολυτίκιον τοῦ
ἁγίου Λουκᾶ
Ἦχος πλ. Α΄. Τόν συνάναρχον λόγον
Ἰατρόν καί ποιμένα, Λουκᾶν τιμήσωμεν, Συμφερουπόλεως ποίμνης, Ἀρχιερέα λαμπρόν, τόν βαστάσαντα Χριστοῦ τά θεία στίγματα, τάς ἐξορίας, τά δεινά, ἐγκλεισμούς ἐν φυλακαῖς, τάς θλίψεις καί τά ὀνείδη, τόν ἐπ’
ἐσχάτων
φανέντα, ἐν
τῇ Ρωσίᾳ νέον Ἅγιον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν
αἰώνων.
᾿Αμήν
Θεοτοκίο. Ήχος πλ. α΄
Μετά
Ἀγγέλων
τά οὐράνια,
μετά ἀνθρώπων
τά ἐπίγεια, ἐν φωνῇ ἀγαλλιάσεως, Θεοτόκε βοῶμεν σοι· Χαῖρε πύλη, τῶν οὐρανῶν πλατυτέρα· χαῖρε μόνη, τῶν γηγενῶν σωτηρία· χαῖρε Σεμνή κεχαριτωμένη, ἡ τεκοῦσα Θεόν σεσαρκωμένον.
῾Ο Ἱερεύς·
Ἐκτενής
δέησις
Καὶ εὐθὺς,
ἀναγινώσκεται ἡ
εὐχή:
«ὑπέρ τῶν φιλοθέως
διακονούντων τοῖς ἐν περιστάσεσιν εὐρισκομένοις ἐλαχίστοις ἀδελφοῖς τοῦ Χριστοῦ»
(τοῦ Ἱερομον. π. Ἀθαν. Σιμωνοπετρίτη, Ὑμνογράφου τῆς Μεγ. τοῦ Χριστού
Ἐκκλησίας)
Τοῦ Κυρίου δεηθῶμεν
Δέσποτα
Φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός καὶ Σωτὴρ ἡμῶν, ὁ δι’ ὑπερβάλλουσαν ἀγάπην συγκαταβατικῶς ἐνδυσάμενος καὶ διὰ τῆς φρικτῆς οἰκονομίας Σου ἀναπλάσας τὴν φθαρεῖσαν φύσιν ἡμῶν, ἂχρι δεσμῶν φυλακῆς καὶ σταυροῦ ἀτίμου ὑπομείνας ὡς πάνυ ἀθῶος τό ὄνειδος, Σύ ὁ ἐν τοῖς προσώποις τῶν ἐλαχίστων καὶ ποικίλαις περιστάσεσιν εὑρισκομένων ἀδελφῶν ἡμῶν τυπώσας ἑαυτόν καὶ εἰπών «ὃσα ἐποιήσατε αὐτοῖς, ἐμοί ἐποιήσατε» καὶ ὑποσχεθεìς ἀψευδῶς τὴν κληρονομίαν τῆς ἀφθάρτου καὶ αἰωνίας Σου
Βασιλείας, ὁ καλός καὶ ἐλεήμων Σαμαρείτης, καὶ ἡμῖν τοῖς θέλουσιν ὑπακούειν ταῑς θείαις ἐντολαῖς Σου καὶ ποικιλοτρόπως διακονοῡσι τοῖς ἐμπεριστάτοις ἀδελφοῖς ἡμῶν, εἲτε ἐν πικραῖς φυλακαῖς, εἲτε ἐν κλίνῃ
ἀσθενείας, εἲτε ἐν ἀστεγίᾳ, εἲτε ἐν ἐλλείψει τροφῆς, εἲτε ἐν ἐγκαταλείψει ἀνθρωπίνῃ, εἲτε ἐν οἱᾳδήτινι ἑτέρᾳ θλίψει καὶ ἀνάγκῃ εὑρισκομένοις, παράσχου εἰλικρινῆ φιλανθρωπίαν,
συγκαταβατικήν ἀγάπην,
θυσιαστικήν διάθεσιν, χαράν πνευματικήν, ὑπομονήν θεάρεστον, τρόπους εὐαγγελικούς, ὃπως πληροῦντες τήν
διακονίαν ἡμῶν εἷς ἓκαστος καὶ πάντες ὁμού, γινώμεθα ἀφορμή, τό μέν ἀνακουφίσεως τῶν πασχόντων ἀδελφῶν, τό δέ δοξολογίας τοῦ παναγίου καὶ προσκυνητοῦ Σου Όνόματος, διά τῆς συγχωρήσεως τῶν ἑκουσίων καὶ ἀκουσίων
πταισμάτων ἡμῶν καὶ τῆς ὃσον ἒνεστι πληρεστέρας τηρήσεως τῶν ζωοποιῶν καὶ θείων Σου προσταγμάτων.
Ὅτι Σύ εἷ ἡ πολυέλεος αὐτοαγάπη καὶ ἡ ζωοπάροχος πηγή πάσης ἀγαθωσύνης καὶ
φιλανθρωπίας καὶ Σοί τήν δόξαν ἀναπέμπομεν σύν
τῷ ἀνάρχῳ Σου Πατρί καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καί ζωοποιῷ Σου Πνεύματι, νῡν καὶ αεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
῾Ο Ἱερεύς·
Καὶ μνημονεύσας ὁ ἱερεὺς ἐκείνων δι᾿ οὓς ἡ παράκλησις γίνεται ποιεῖ τὴν ἀπόλυσιν.
Μετ᾿ αὐτὴν δὲ ψάλλονται τὰ ἑπόμενα τροπάρια.
Ὁ Χορός·
Ἦχος β'. Ὄτε ἐκ τοῦ ξύλου.
Ἦχος β'. Ὄτε ἐκ τοῦ ξύλου.
Πάτερ Ἱεράρχα
τοῦ
Χριστοῦ, ἔνδοξε Λουκᾶ μή κατόκνει, ἐπιστασίαις σου, ἐν ποικίλαις θλίψεσι καί περιστάσεσι,
συντηρῶν
τόν φιλόχριστον λαόν τοῦ
Κυρίου, τόν ἐπικαλούμενον
ἐν
εὐλαβεία
πολλῇ, ὄνομα τό σόν θεοφόρε, καί ὑμνολογοῦντα ἐνθέως,
θαύματα καί βίον σου τόν ἅγιον.
Ἦχος πλ. δ΄.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς,
ἀπό
πάσης ἀνάγκης
καί θλίψεως.
Ἦχος β΄.
Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μῆτερ
τοῦ
Θεοῦ,
φύλαξόν με ὑπό
τήν σκέπην σου.
Ὁ Ἱερεύς·
Δι’ εὐχῶν τῶν ἁγίων
πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ
Θεός, ἐλέησον
καί σῶσον
ἡμᾶς.
Ὁ Χορός·
Ἀμήν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου